Ancient Greek · ~2 min
Γ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.5
Not analysed yet
πεύκη δὲ καὶ πίτυς προτεροῦσι τῇ βλαστήσει μικρόν, ὅσον πεντεκαίδεκα ἡμέραις, τοὺς δὲ καρποὺς ἀποδιδόασι μετὰ Πλειάδα κατὰ λόγον. Ταῦτα μὲν οὖν μετριωτέραν μὲν ἔχει παραλλαγήν· πάντων δὲ πλείστην ἡ ἄρκευθος καὶ ἡ κήλαστρος καὶ ἡ πρῖνος· ἡ μὲν γὰρ ἄρκευθος ἐνιαύσιον ἔχειν δοκεῖ· περικαταλαμβάνει γὰρ ὁ νέος τὸν περυσινόν. ὡς δέ τινές φασιν, οὐδὲ πεπαίνει, δι᾿ ὃ καὶ προαφαιροῦσι καὶ χρόνον τινὰ τηροῦσιν· ἐὰν δὲ ἐᾷ ἐπὶ τοῦ δένδρου τις, ἀποξηραίνεται.