Ancient Greek · ~2 min
Γ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.6
Not analysed yet
φασὶ δὲ καὶ τὴν πρῖνον οἱ περὶ Ἀρκαδίαν ἐνιαυτῷ τελειοῦν· ἅμα γὰρ τὸν ἔνον πεπαίνει καὶ τὸν νέον ὑποφαίνει· ὥστε τοῖς τοιούτοις συμβαίνει συνεχῶς τὸν καρπὸν ἔχειν. φασὶ δέ γε καὶ τὴν κήλαστρον ὑπὸ τοῦ χειμῶνος ἀποβάλλειν. ὀψίκαρπα δὲ σφόδρα καὶ φίλυρα καὶ πύξος. ὡς δὲ οἱ περὶ Ἀρκαδίαν φασίν, ἔτι τούτων ὀψικαρπότερα σχεδὸν δὲ πάντων ὀψιαίτερα τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν τῶν καρπῶν ἀποβολαὶ καὶ πεπάνσεις τῶν ἀγρίων τοιαύτας ἔχουσι διαφορὰς οὐ μόνον πρὸς τὰ ἥμερα ἀλλὰ καὶ πρὸς ἑαυτά.