Ancient Greek · ~3 min
Γ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1-3
Not analysed yet
V. Συμβαίνει δ᾿ ὅταν ἄρξωνται βλαστάνειν τὰ μὲν ἄλλα συνεχῆ τήν τε βλάστησιν καὶ τὴν αὔξησιν ποιεῖσθαι, πεύκην δὲ καὶ ἐλάτην καὶ δρῦν διαλείπειν, καὶ τρεῖς ὁρμὰς εἶναι καὶ τρεῖς ἀφιέναι βλαστούς, δι᾿ ὃ καὶ τρίσλοποι· πᾶν γὰρ δὴ δένδρον ὅταν βλαστάνῃ λοπᾷ· πρῶτον μὲν ἄκρου ἔαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, ἐν δὲ τῆ Ἴδῃ περὶ πεντεκαίδεκα μάλιστα ἡμέρας· μετὰ δὲ ταῦτα διαλιπόντα περὶ τριάκοντα ἢ μικρῷ πλείους ἐπιβάλλεται πάλιν ἄλλους βλαστοὺς ἀπ᾿ ἄκρας τῆς κορυνήσεως τῆς ἐπὶ τῷ προτέρῳ βλαστῷ· καὶ τὰ μὲν ἄνω τὰ δ᾿ εἰς τὰ πλάγια κύκλῳ ποιεῖται τὴν βλάστησιν, οἷον γόνυ ποιησάμενα τὴν τοῦ πρώτου βλαστοῦ κορύνην, ὥσπερ καὶ ἡ πρώτη βλάστησις ἔχει. γίνεται δὲ τοῦτο περὶ τὸν Σκιρροφοριῶνα λήγοντα.