Ancient Greek · ~2 min
B, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2-2
Not analysed yet
Λέγουσι δέ τινες ὡς οὐδεμία κατωτέρω διικνεῖται τριῶν ἡμιποδίων· δι᾿ ὃ καὶ ἐπιτιμῶσι τοῖς ἐν μείζονι βάθει φυτεύουσιν· οὐκ ἐοίκασι δὲ ὀρθῶς λέγειν ἐπὶ πολλῶν· ἀλλ᾿ ἐὰν ἡ χώματος ἐπιλάβηται βαθέος ἢ καὶ χώρας τοιαύτης ἢ καὶ τόπου, πολλῷ μακροτέραν ὠθεῖ τὸ τῇ φύσει βαθύρριζον. πεύκην δέ τις ἔφη μεταφυτεύων μεμοχλευμένην μείζω τὴν ῥίζαν ἔχειν ὀκτάπηχυν καίπερ οὐχ ὅλης ἐξαιρεθείσης ἀλλ᾿ ἀπορραγεισης.