Ancient Greek · ~2 min
B, Chapter 5
Theophrastus, Enquiry into Plants 5.3-2
Not analysed yet
Τὰ δὲ φυτευτήρια ἐὰν μὲν ἐνδέχηται ὑπόρριζα, εἰ δὲ μή, δεῖ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω λαμβάνειν, πλὴν ἀμπέλου· καὶ τὰ μὲν ἔχοντα ῥίζας ὀρθὰ ἐμβάλλειν, τὰ δὲ μὴ ἔχοντα ὑποβάλλειν τοῦ φυτευτηρίου ὅσον σπιθαμὴν ἢ μικρῷ πλεῖον. ἔνιοι δὲ κελεύουσι καὶ τῶν ὑπορρίζων ὑποβαλλειν, τιθέναι δὲ καὶ τὴν θέσιν ὁμοίως ἥνπερ εἶχεν ἐπὶ τῶν δένδρων τὰ πρόσβορρα καὶ τὰ πρὸς ἕω καὶ τὰ πρὸς μεσημβρίαν. ὅσα δὲ ἐνδέχεται τῶν φυτῶν καὶ προμοσχεύειν· τὰ μὲν ἐπ᾿ αὐτῶν τῶν δένδρων, οἷον ἐλάας ἀπίου μηλέας συκῆς· τὰ δ᾿ ἀφαιροῦντας, οἷον ἀμπέλου· ταύτην γὰρ οὐχ οἷόν τε ἐπ᾿ αὐτῆς μοσχεύειν.