Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.3-6
Not analysed yet
Ὁ δὲ τρίβολος ἴδιον ἔχει, διότι περικαρπιάκανθός ἐστι. δύο δ᾿ αὐτοῦ γένη· τὸ μὲν γὰρ ἔχει φύλλον ἐρεβινθῶδες, ἕτερος δὲ φυλλάκανθος· ἐπίγειοι δὲ ἄμφω καὶ πολλαχῆ σχιζόμενοι· ὀψιβλαστὴς δὲ μᾶλλον ὁ φυλλάκανθος καὶ φύεται περὶ τὰς αὐλάς. τὸ δὲ σπέρμα τοῦ μὲν πρωΐου σησαμῶδες, τοῦ δὲ ὀψίου στρογγύλον ἐπίμελαν ἐν λοβῷ. καὶ τὰ μὲν οὖν παρὰ τὰ φύλλα καὶ ἄκανθαν ἔχοντα σχεδὸν ἐν τούτοις. Ἡ δ᾿ ὄνωνίς ἐστι πτορθάκανθον· ἐπέτειον δὲ τὸ φύλλον ἔχει πηγανῶδες παραπεφυκὸς παρ᾿ ὅλον τὸν καυλόν, ὥστε καθάπερ στεφάνου τὴν ὅλην εἶναι μορφήν, διαλαμβανομένων ἐπαλλήλων· κολοβοανθὴς δὲ καὶ ἐλλοβόκαρπος ἀδιαφράκτως·