Ancient Greek · ~2 min
B, Chapter 5
Theophrastus, Enquiry into Plants 5.4-2
Not analysed yet
Ἑὰν δὲ μὴ ὑπόρριζα τὰ φυτὰ μηδὲ ὑπόπρεμνα λαμβάνειν, καθάπερ τῆς ἐλάας, σχίσαντά τε τὸ ξύλον κάτωθεν καὶ λίθον ἐμβαλόντα φυτεύειν· ὁμοίως δὲ καὶ τῆς ἐλάας καὶ συκῆς καὶ τῶν ἄλλων. φυτεύεται δὲ ἡ συκῆ καὶ ἐάν τις κράδην παχεῖαν ἀποξύνας σφύρᾳ παίῃ. ἄχρι οὗ ἂν ἀπολίπῃ μικρὸν ὑπὲρ τῆς γῆς, εἶτ᾿ αὐτῆς ἄμμον βαλὼν ἄνωθεν ἐπιχώσῃ· καὶ γίνεσθαι δή φασι καὶ καλλίω ταῦτα τὰ φυτά, μέχρι οὗ ἂν ᾖ νέα.