Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.4-6
Not analysed yet
φύεται δ᾿ ἐν τῇ γλίσχρᾳ καὶ γανώδει καὶ μάλιστα ἐν τῇ σπορίμῳ καὶ γεωργουμένῃ. δ᾿ ὃ καὶ πολέμιον τοῖς γεωργοῖς· καὶ ἔστι δυσώλεθρος· ὅταν γὰρ λάβῃ χώρας βάθος, ὠθεῖται κάτω εὐθὺς καὶ καθ᾿ ἕκαστον ἔτος ἀποφύσεις ἀφεμένη εἰς τὰ πλάγια πάλιν εἰς τὸ ἕτερον ὠθεῖται κάτω· σπαστέα μὲν οὖν ὅλη· τοῦτο δὲ βραχείσης γίνεται τῆς γῆς καὶ ἀπόλλυται ῥᾷον· ἐὰν δὲ καὶ μικρὸν ἀπολειφθῇ, ἀπὸ τούτου πάλιν βλαστάνει· ἄρχεται δὲ τῆς βλαστήσεως θέρους τελειοῦται δὲ μετοπώρου. τὰ μὲν οὖν ἄγρια τῶν φρυγανικῶν ἐκ τούτων θεωρείσθω.