Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.1-6
Not analysed yet
VI. Τὰ δὲ ἥμερα βραχεῖάν τινα ἔχει θεωρίαν. ἅπερ ἐν τοῖς στεφανωματικοῖς ἐστι. Τὰ δὲ καθ᾿ ὅλου πειρατέον περὶ στεφανωμάτων εἰπεῖν, ὅπως ἅπαν περιληφθῇ τὸ γένος. ἡ γὰρ στεφανωματικὴ φύσις ἰδίαν τινὰ ἔχει τάξιν, ἐπιμιγνυμένη δὲ τὰ μὲν τοῖς φρυγανικοῖς τὰ δὲ τοῖς ποιώδεσι· δι᾿ ὃ κἀκεῖνα συμπεριληπτέον ἐπιμιμνησκομένους ὡς ἂν ᾖ ὁ καιρός, ἀρξαμένους πρῶτον ἀπὸ τῶν φρυγανικῶν.