Ancient Greek · ~4 min
Γ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-3
Not analysed yet
Ἡ δὲ αὔξησις καὶ ἡ βλάστησις τῶν μὲν ἄλλων ἄτακτος κατὰ τοὺς τόπους τῶν βλαστῶν, τῆς δ᾿ ἐλάτης ὡρισμένη καὶ συνεχὴς καὶ ὕστερον. ὅταν γὰρ ἐκ τοῦ στελέχους τὰ πρῶτα σχισθῇ, πάλιν ἐξ ἐκείνου ἡ ἑτέρα σχίσις γίνεται κατὰ τὸν αὐτὸν τρόπον, καὶ τοῦτ᾿ ἀεὶ ποιεῖ κατὰ πάσας τὰς ἐπιβλαστήσεις. ἐν δὲ τοῖς ἄλλοις οὐδ᾿ οἱ ὄζοι κατ᾿ ἀλλήλους πλὴν ἐπί τινων ὀλίγων, οἷον κοτίνου καὶ ἄλλων· ἔχει δὲ καὶ τῇδε διαφορὰν ἡ αὔξησις κοινῇ πάντων ὁμοίως ἡμέρων τε καὶ ἀγρίων· τὰ μὲν γὰρ καὶ ἐκ τοῦ ἄκρου τῶν βλαστῶν καὶ ἐκ τῶν πλαγίων φύεται, καθάπερ ἄπιος ῥόα συκῆ μύρρινος σχεδὸν τὰ πλεῖστα· τὰ δ᾿ ἐκ τοῦ ἄκρου μὲν οὐκ ἀνίησιν ἐκ δὲ τῶν πλαγίων, καὶ αὐτὸ προωθεῖται τὸ ὑπάρχον, ὥσπερ καὶ τὸ ὅλον στέλεχος καὶ οἱ ἀκρεμόνες· συμβαίνει δὲ τοῦτο ἐπὶ τῆς Περσικῆς καρύας καὶ τῆς Ἡρακλεωτικῆς καὶ ἄλλων.