Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-6
Not analysed yet
διχῆ δὲ ἡ τούτων διαίρεσις ἡ κατὰ τὴν χρείαν. τῶν μὲν γὰρ τὸ ἄνθος μόνον χρήσιμον· καὶ τούτων τὸ μὲν εὔοσμον, ὥσπερ ἴον, τὸ δ᾿ ἄνοσμον, ὥσπερ διόσανθος φλόξ. τῶν δὲ καὶ οἱ κλῶνες καὶ τὰ φύλλα καὶ ὅλως ἡ πᾶσα φύσις εὔοσμος, οἶον ἑρπύλλου ἑλενίου σισυμβρίου τῶν ἄλλων. ἄμφω δὲ φρυγανικά. κἀκείνων τῶν ἀνθικῶν πολλῶν ἡ φύσις φρυγανώδης, ἡ μὲν ἐπέτειος οὖσα μόνον, ἡ δὲ πολυχρονιωτέρα, πλὴν ἰωνίας τῆς μελαίνης· αὕτη γὰρ ἄκλων ὅλως ἀλλὰ προσριζόφυλλος καὶ ἀείφυλλος, ὡς δέ τινές φασι καὶ δυναμένη δι᾿ ὅλου φέρειν τὸ ἄνθος, ἐὰν τρόπῳ τινὶ θεραπεύηται. τοῦτο μὲν ἴδιον ἂν ἔχοι.