Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.3
Not analysed yet
Διαφέρουσι δὲ καὶ ταῖς ῥίζαις. τὰ μὲν γὰρ πολύρριζα καὶ μακρόρριζα, κσθάπερ συκῆ δρῦς πλάτανος· ἐὰν γὰρ ἔχωσι τόπον, ἐφ᾿ ὁσονοῦν προέρχονται. τὰ δὲ ὀλιγόρριζα, καθάπερ ῥοιὰ μηλέα· τὰ δὲ μονόρριζα, καθάπερ ἐλάτη πεύκη· μονόρριζα δὲ οὕτως, ὅτι μίαν μεγάλην τὴν εἰς βάθος ἔχει μικρὰς δὲ ἀπὸ ταύτης πλείους. ἔχουσι δὲ καὶ τῶν μὴ μονορρίζων ἔνια τὴν ἐκ τοῦ μέσου μεγίστην καὶ κατὰ βάθους, ὥσπερ ἀμυγδαλῆ· ἐλάα δὲ μικρὰν ταύτην τὰς δὲ ἄλλας μείζους καὶ ὡς κεκαρκινωμένας. ἔτι δὲ τῶν μὲν παχεῖαι μᾶλλον τῶν δὲ ἀνωμαλεῖς, καθάπερ δάφνης ἐλάας· τῶν δὲ πᾶσαι λεπταί, καθάπερ ἀμπέλου.