Ancient Greek
Γ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.3-3
Not analysed yet
ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον ἀποτελευτῶσιν οἱ βλαστοί, δι᾿ ὃ καὶ εὐλόγως οὐκ ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν. (ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου· καὶ γὰρ οὗτος ἀεὶ τῇ προώσει τοῦ ὑπάρχοντος αὐξάνεται, κἂν κολοβωθῇ τὰ φύλλα, καθάπερ ἐν τοῖς ἐπιβοσκομένοις· πλὴν οὗτός γε οὐκ ἐκ τοῦ πλαγίου παραφύει, καθάπερ ἔνια τῶν χεδρόπων.) αὕτη μὲν οὖν διαφορά τις ἂν εἴη βλαστήσεως ἅμα καὶ αὐξήσεως.