Ancient Greek · ~2 min
Ε, Chapter 6
Theophrastus, Enquiry into Plants 6.3-5
Not analysed yet
Εὔπριστα δὲ καὶ εὔσχιστα τὰ ἐνικμότερα τῶν πάμπαν ξηρῶν· τὰ μὲν γὰρ παύονται, τὰ δὲ ἵστανται· τὰ δὲ χλωρὰ λίαν συμμύει καὶ ἐνέχεται ἐν τοῖς ὀδοῦσι τὰ πρίσματα καὶ ἐμπλάττει, δι’ ὃ καὶ παραλλάττουσιν ἀλλήλων τοὺς ὀδόντας ἵνα ἐξάγηται. ἔστι δὲ καὶ δυστρυπητότερα τὰ λίαν χλωρά· βραδέως γὰρ ἀναφερεται τὰ ἐκτρυπήματα διὰ τὸ βαρέα εἶναι· τῶν δὲ ξηρῶν ταχέως καὶ εὐθὺς ὁ ἀὴρ ἀναθερμαινόμενος ἀναδίδωσι· πάλιν δὲ τὰ λίαν ξηρὰ διὰ τὴν σκληρότητα δύσπριστα· καθάπερ γὰρ ὄστρακον συμβαίνει πρίειν, δι’ ὃ καὶ τρυπῶντες ἐπιβρέχουσιν.