Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.3-6
Not analysed yet
Τῶν δὲ ἄλλων μᾶλλον δὲ τῶν πάντων αἱ μὲν ὅλαι μορφαὶ σχεδὸν πᾶσι φανεραί· εἰ δέ τινας ἄλλας ἰδιότητας ἔχουσι, ταύτας λεκτέον, οἶον εἰ τὰ μὲν ἀπλᾶ δοκεῖ τοῖς εἴδεσιν εἶναι τὰ δὲ ἔχειν διαφοράς. Ἁπλᾶ μὲν οὖν τὰ ξυλώδη, καθάπερ ἕρπυλλος σισύμβριον ἑλένιον· πλὴν εἰ τὰ μὲν ἄγρια τὰ δὲ ἥμερα καὶ τὰ μὲν εὔοσμα τὰ δὲ ἀοσμότερά ἐστι· τούτων δὲ καὶ αἱ θεραπεῖαι καὶ αἱ χῶραι διάφοροι καὶ οἱ ἀέρες. ἔνια δὲ καὶ τῶν ἀνθῶν, οἶον τὸ μέλαν ἴον· οὐ γὰρ ἔχειν δοκεῖ τοῦτο διαφορὰν ὥσπερ τὸ λευκόν· ἐμφανὴς γὰρ ἡ τούτων χροιὰν διαλλάττουσα, καὶ ἔτι δὴ μᾶλλον ἡ τῶν κρίνων, εἴπερ δή, καθάπερ φασίν, ἔνια καὶ πορφυρᾶ ἐστι.