Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4
Not analysed yet
διαφέρουσι δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνότητι. πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω, πυκνότεραι δὲ ἄλλαι ἄλλων καὶ ξυλωδέστεραι· καὶ αἱ μὲν ἰνώδεις, ὡς αἱ τῆς ἐλάτης, αἱ δὲ σαρκώδεις μᾶλλον, ὥσπερ αἱ τῆς δρυός, αἱ δὲ οἷον ὀζώδεις καὶ θυσανώδεις, ὥσπερ αἱ τῆς ἐλάας· τοῦτο δὲ ὅτι τὰς λεπτὰς καὶ μικρὰς πολλὰς ἔχουσι καὶ ἀθρόας· ἐπεὶ πᾶσαί γε καὶ ταύτας ἀποφύουσιν ἀπὸ τῶν μεγάλων ἀλλ᾿ οὐχ ὁμοίως ἀθρόας καὶ πολλάς. Ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθάπερ δρῦς. τὰ δ᾿ ἐπιπολαιόρριζα, καθάπερ ἐλάα ῥοιὰ μηλέα κυπάριττος. ἔτι δὲ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, αἱ δὲ σκολιαὶ καὶ παραλλάττουσαι· τοῦτο γὰρ οὐ μόνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλάας· ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐοδεῖν.