Ancient Greek · ~2 min
Ε, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4-5
Not analysed yet
Εὐπελεκητότερα δὲ καὶ εὐτορνότερα καὶ εὐξοώτερα τὰ χλωρά· προσκάθηταί τε γὰρ τὸ τορνευτήριον μᾶλλον καὶ οὐκ ἀποπηδᾷ. καὶ ἡ πελέκησις τῶν μαλακωτέρων ῥᾴων, καὶ ἡ ξέσις δὲ ὁμοίως καὶ ἔτι λειοτέρα. ἰσχυρότατον δὲ καὶ ἡ κράνεια, τῶν δὲ ἄλλων οὐχ ἥκιστα ἡ πτελέα, δι’ ὃ καὶ τοὺς στροφέας, ὥσπερ ἐλέχθη, ταῖς θύραις πτελείνους ποιοῦσιν. ὑγρότατον δὲ μελία καὶ ὀξύη· καὶ γὰρ τὰ κλινάρια τὰ ἐνδιδόντα ἐκ τούτων.