Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.5
Not analysed yet
Ἅπασαι δ᾿ ἔμμητροι καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες· καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι. καθάπερ ἐλάτης κυπαρίττου πεύκης. αἱ αὐταὶ δὲ διαφοραὶ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποιωδῶν καὶ τῶν ἄλλων· πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει. καθάπερ ὕδνον μύκης πέζις κεραύνιον. τὰ μὲν πολύρριζα καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ τοιοῦτο, καθάπερ εἰκαζούσαις· τὰ δ᾿ ὀλιγόρριζα καθάπερ τὰ χεδροπά.