Ancient Greek
Ε, Chapter 7
Theophrastus, Enquiry into Plants 7.1-5
Not analysed yet
VII. Ὅλως δὲ πρὸς ποῖα τῆς ὕλης ἑκάστη χρησίμη καὶ ποία ναυπηγήσιμος καὶ οἰκοδομική, πλείστη γὰρ αὕτη ἡ χρεία καὶ ἐν μεγίστοις, πειρατέον εἰπεῖν, ἀφορίζοντα καθ’ ἕκαστον τὸ χρήσιμον. Ἐλάτη μὲν οὖν καὶ πεύκη καὶ κέδρος ὡς ἁπλῶς εἰπεῖν ναυπηγήσιμα· τὰς μὲν γὰρ τριήρεις καὶ τὰ μακρὰ πλοῖα ἐλάτινα ποιοῦσι διὰ κουφότητα, τὰ δὲ στρογγύλα πεύκινα διὰ τὸ ἀσαπές· ἔνιοι δὲ καὶ τὰς τριήρεις διὰ τὸ μὴ εὐπορεῖν ἐλάτης. οἱ δὲ κατὰ Συρίαν καὶ Φοινίκην ἐκ κέδρου· σπανίζουσι γὰρ καὶ πεύκης. οἱ δ’ ἐν Κύπρῳ πίτυος· ταύτην γὰρ ἡ νῆσος ἔχει καὶ δοκεῖ κρείττων εἶναι τῆς πεύκης.