Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.6
Not analysed yet
σχεδὸν δὲ καὶ τῶν λαχανωδῶν τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος τεῦτλον σέλινον λάπαθος· πλὴν ἔνια καὶ ἀποφυάδας ἔχει μεγάλας, οἷον τὸ σέλινον καὶ τὸ τεῦτλον· καὶ ὡς ἂν κατὰ λόγον ταῦτα βαθυρριζότερα τῶν δένδρων. εἰσὶ δὲ τῶν μὲν σαρκώδεις, καθάπερ ῥαφανίδος γογγυλίδος ἄρου κρόκου· τῶν δὲ ξυλώδεις, οἶον εὐζώμου ὠκίμου· καὶ τῶν ἀγρίων δὲ τῶν πλείστων, ὅσων μὴ εὐθὺς πλείους καὶ σχιζόμεναι, καθάπερ πυροῦ κριθῆς καὶ τῆς καλουμένης πόας. αὕτη γὰρ ἐν τοῖς ἐπετείοις καὶ ἐν τοῖς ποιώδεσιν ἡ διαφορὰ τῶν ῥιζῶν ὥστε τὰς μὲν εὐθὺς σχίζεσθαι πλείους οὔσας καὶ ὁμαλεῖς, τῶν δὲ ἄλλων μίαν ἢ δύο τὰς μεγίστας καὶ ἄλλας ἀπὸ τούτων.