Ancient Greek · ~2 min
Ε, Chapter 7
Theophrastus, Enquiry into Plants 7.2-5
Not analysed yet
καὶ τὰ μὲν ἄλλα ἐκ τούτων· τὴν δὲ τρόπιν τριήρει μὲν δρυίνην, ἵνα ἀντέχῃ πρὸς τὰς νεωλκίας, ταῖς δὲ ὁλκάσι πευκίνην· ὑποτιθέασι δ’ ἔτι καὶ δρυίνην ἐπὰν νεωλκῶσι, ταῖς δ’ ἐλάττοσιν ὀξυίνην· καὶ ὅλως ἐκ τούτου τὸ χέλυσμα. Οὐχ ἅπτεται δὲ οὐδὲ κατὰ τὴν κόλλησιν ὁμοίως τὸ δρύινον τῶν πευκίνων καὶ ἐλατίνων· τὰ μὲν γὰρ πυκνὰ τὰ δὲ μανά, καὶ τὰ μὲν ὅμοια τὰ δ’ οὕ. δεῖ δὲ ὁμοιοπαθῆ εἶναι τὰ μέλλοντα συμφ ύεσθαι καὶ μὴ ἐναντία, καθαπερανεὶ λίθον καὶ ξύλον.