Ancient Greek
Η, Chapter 7
Theophrastus, Enquiry into Plants 7.3-7
Not analysed yet
Φύεται δὲ τὰ μὲν καὶ ἀπὸ τῶν ῥιζῶν καὶ ἀπὸ τῶν σπερμάτων, τὰ δὲ ἕτερα μόνον ἀπὸ σπέρματος, εἰ μή τι καὶ αὐτόματον. ἡ δὲ βλάστησις καὶ τούτων καὶ τῶν ἄλλων τῶν μὲν ἅμα τοῖς πρώτοις ὑετοῖς ἐστι μετ᾿ ἰσημερίαν, οἷον ἀπάπης καὶ τοῦ κύνωπος καὶ ἣν καλοῦσί τινες βούπρηστιν, τῶν δὲ μετὰ Πλειάδα, καθάπερ καὶ κιχορίου καὶ σχεδὸν τῶν ἄλλων τῶν κιχοριωδῶν. καὶ τὰ μὲν εὐθὺς ἅμα τῇ βλαστήσει τὸ ἄνθος ἀφίησι, καθάπερ ἡ ἀφία, τὰ δὲ ὕστερον οὐ πολλῷ, καθάπερ ἡ ἀνεμώνη, τὰ δὲ ἅμα τῷ ἦρι καὶ ἐκκαυλεῖ καὶ ἀνθεῖ, καθάπερ τὸ κιχόριον καὶ τὰ κιχοριώδη καὶ τῶν ἀκανθικῶν ὅσα λαχανώδη.