Ancient Greek
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.3-8
Not analysed yet
Tὰ δὲ ἐν τοῖς θερινοῖς ἀρότοις ὀλίγου δεῖ πάντα, φασὶ δὲ καὶ τὰ ναματιαῖα συμφέρειν μᾶλλον αὐτοῖς τῶν ἐκ διός, μέλινοι δὲ καὶ κέγχροι ἐλάττους ὕδατος· ἐὰν γὰρ ἔχωσι πλεῖον φυλλοβολοῦσιν. ἰσχυρότερον δὲ ὁ κέγχρος· οἱ δὲ μέλινοι γλυκύτεροι καὶ ἀσθενέστεροι. σήσαμον δὲ οὐδὲν ἐσθίει χλωρὸν οὐδὲ θέρμον. εἰ δὲ μηδ᾿ ἐρύσιμον μηδὲ ὅρμινον σκεπτέον· καὶ ταῦτα πικρά. ἔστι δὲ τὸ μὲν ἐρύσιμον ὅμοιον σησάμῳ καὶ λῖπος ἔχει· τὸ δὲ ὅρμινον κυμινῶδες μέλαν· σπείρεται δὲ ἅμα καὶ τὸ σήσαμον. περὶ μὲν οὖν τούτων σκεπτέον.