Ancient Greek · ~2 min
Η, Chapter 7
Theophrastus, Enquiry into Plants 7.4-6
Not analysed yet
Διαφορὰ δὲ τῶν ἀνθῶν πολλή, περὶ ἧς ἐν τοῖς πρότερον εἴρηται· σχεδὸν γάρ ἐστι κοινὸν ἁπάντων· ἔνια δὲ καὶ ὅλως ἀνανθῆ, καθάπερ καὶ τὸ ἐπίπετρον. συμβαίνει δὲ τοῖς ἅμα τῷ καυλῷ τὸ ἄνθος ἀφιεῖσι ταχεῖαν εἶναι τὴν ἀπάνθησιν· πλὴν ἡ μὲν ἀπάπη γηράσαντος τοῦ πρώτου πάλιν ἄλλο καὶ ἄλλο παραφύει, καὶ τοῦτο ποιεῖ παρ᾿ ὅλον τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους. πολὺν δὲ χρόνον καὶ ὁ ἠριγέρων. τὰ δὲ ἄλλα οὐ ποιεῖ τοῦτο, καθάπερ οὐδὲ ὁ κρόκος οὔτε ὁ εὔοσμος οὔθ᾿ ὁ λευκὸς οὐθ᾿ ὁ ἀκανθώδης· οὗτοι δὲ ἄοσμοι.