Ancient Greek · ~3 min
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.4-7
Not analysed yet
Ἐν δὲ ταῖς ἀγαθαῖς χώραις πρὸς τὸ μὴ φυλλομανεῖν ἐπινέμουσι καὶ ἐπικείρουσι τὸν σῖτον, ὥσπερ καὶ ἐν Θετταλίᾳ. συμβαίνει δ᾿ ἂν μὲν ἐπινέμωσιν ὁποσακισοῦν μηδὲν ἀλλοιοῦσθαι τὸν καρπόν, ἂν δὲ ἐπικείρωσιν ἅπαξ μόνον ἐξίστασθαι τὸν πυρὸν καὶ γίνεσθαι μακρὸν καὶ οὐχ ἁδρόν, ὃν καλοῦσι καμακίαν, καὶ οὐκ ἀποκαθίστασθαι πάλιν σπειρόμενον· τοῦτο μὲν οὖν ὡς παύροις συμβαῖνον Θετταλοὶ λέγουσιν. ἐν Βαβυλῶνι δὲ ἀεὶ καὶ ὥσπερ τεταγμένως ἐπικείρουσι μὲν δίς, τὸ δὲ τρίτον τὰ πρόβατα ἐπαφιᾶσιν· οὕτω γὰρ φύει τὸν καυλόν, εἰ δὲ μὴ φυλλομανεῖ· γίνεται δὲ μὴ καλῶς ἐργασαμένοις πεντηκονταχόα, τοῖς δὲ ἐπιμελῶς ἑκατοντάχοα. ἡ δὲ ἐργασία τὸ ὡς πλεῖστον χρόνον ἐμμένειν τὸ ὕδωρ, ὅπως ἰλὺν ποιήσῃ πολλήν· πίειραν γὰρ οὖσαν καὶ πυκνὴν τὴν γῆν δεῖ ποιῆσαι μανήν. λῆν δὲ οὐ φέρει καὶ πόαν ὥσπερ ἐν Αἰγύπτῳ. τὶ μὲν οὖν τοιαῦτα χώρας ἀρετῆς.