Ancient Greek
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.5-3
Not analysed yet
Ἄλλα δ’ ἐν αὐτῇ τῇ θαλάττῃ πεφυκέναι, ἀείφυλλα μὲν τὸν δὲ καρπὸν ὅμοιον ἔχειν τοῖς θέρμοις. Περὶ δὲ τὴν Περσίδα τὴν κατὰ τὴν Καρμανίαν. καθ’ ἡ πλημμυρὶς γίνεται, δένδρα ἐστὶν εὐμεγέθη ὅμοια τῇ ἀνδράχλῃ καὶ τῇ μορφῇ καὶ τοῖς φύλλοις· καρπὸν δὲ ἔχει πολὺν ὅμοιον τῷ χρώματι ταῖς ἀμυγδάλαις ἔξωθεν, τὸ δ᾿ ἐντὸς συνελιττεται καθάπερ συνηρτημένον πᾶσιν. ὑποβέβρωται δὲ ταῦτα τὰ δένδρα πάντα κατὰ μέσον ὑπὸ τῆς θαλάττης καὶ ἔστηκεν ὑπὸ τῶν ῥιζῶν, ὥσπερ πολύπους. ὅταν γὰρ ἡ ἄμπωτις γένηται θεωρεῖν ἐστιν.