Ancient Greek · ~3 min
Η, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1-7
Not analysed yet
VIII. Κοινὴ δὲ διαφορὰ πάντων τῶν ποιωδῶν ἡ τοιάδε· τὰ μὲν γάρ ἐστιν ὀρθόκαυλα καὶ νευρόκαυλα, τὰ δὲ ἐπιγειόκαυλα, καθάπερ μαλάχη σκάνδιξ σίκυος ἄγριος· τὸ δὲ ἡλιοτρόπιον ἔτι μᾶλλον ὡς εἰπεῖν τοιοῦτον, ὥσπερ καὶ ἐν τοῖς ἀκανθώδεσιν οὖσιν τρίβολος καὶ ἡ κάππαρις καὶ ἄλλα πλείω· καὶ γὰρ ἐκείνων ἡ διαφορὰ πλείων. ἔνια δὲ περιαλλόκαυλα, μὴ ἔχοντα δὲ ποῦ προσπέσωσιν ἐπιγειόκαυλα, καθάπερ ἐπετίνη καὶ ἀπαρίνη καὶ ἀπλῶς ὧν ὁ καυλὸς λεπτὸς καὶ μαλακὸς καὶ μακρός, δι᾿ ὃ καὶ φύονται ταῦτα ὡς ἐπὶ τὸ πᾶν ἐν ἄλλοις· κοινὴ δὴ καὶ αὕτη ἡ διαφορὰ πάντων οὐ μόνον τῶν ποιωδῶν καὶ φρυγανικῶν ἀλλὰ καὶ τῶν θαμνωδῶν· καὶ γὰρ ἡ ἕλιξ καὶ ἔτι μᾶλλον ἡ σμῖλαξ περιαλλόκαυλον.