Ancient Greek · ~2 min
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.5-6
Not analysed yet
Φύεται δὲ καὶ ἀπὸ ῥιζῶν πυρὸς καὶ κριθὴ πολλαχοῦ τῷ ὑστέρῳ ἔτει· αὐτοετὴς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν κειρομένων ἑτέρου καλάμου παραβλαστάνοντος. ὡσαύτως δὲ κἂν ὑπὸ χειμῶνος ἐκπαγῇ· παραβλαστάνει γὰρ ὑδάτων ἐπιγινομένων· ὁ δὲ στάχυς ἀτελὴς καὶ μικρὸς ἀπὸ τῶν τοιούτων. βλαστάνουσι δὲ τῷ ὑστέρῳ ἔτει καὶ ἀπὸ τῶν καταπονουμένων καὶ συμπατουμένων, ὥστε μηδὲν εἶναι δῆλον ὡς εἰπεῖν, οἶον ὅταν διέλθῃ στρατόπεδον, καὶ οἱ στάχυες μικροὶ καὶ τούτων, οὓς καλοῦσιν ἄρνας· τῶν δὲ χεδρόπων οὐδὲν δύναται τοιοῦτον ποιεῖν ἢ οὐχ ὁμοίως. καὶ αἱ βλαστήσεις τοσαυταχῶς.