Ancient Greek · ~2 min
B, Chapter 7
Theophrastus, Enquiry into Plants 7.6
Not analysed yet
Ἐὰν δέ τι μὴ φέρῃ καρπὸν ἀλλ᾿ εἰς βλάστησιν τρέπηται, σχίζουσι τοῦ στελέχους τὸ κατὰ γῆν καὶ λίθον ἐντιθέασιν ὅπως ἂν ῥαγῇ, καί φασι φέρειν. ὁμοίως δὲ καὶ ἐάν τις τῶν ῥιζῶν τινας περιτέμῃ, δι᾿ ὃ καὶ τῶν ἀμπέλων ὅταν τραγῶσι τοῦτο ποιοῦσι τὰς ἐπιπολῆς. τῶν δὲ συκῶν πρὸς τῷ περιτέμνειν καὶ τέφραν περιπάττουσι καὶ κατασχάζουσι τὰ στελέχη καί φασι φέρειν μᾶλλον. ἀμυγδαλῇ δὲ καὶ πάτταλον ἐγκόψαντες σιδηροῦν ὅταν τετράνωσιν ἄλλον ἀντεμβάλλουσι δρύῖνον καὶ τῇ γῇ κρύπτουσιν· ὃ καὶ καλοῦσί τινες κολάζειν ὡς ὑβρίζον τὸ δένδρον.