Ancient Greek
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.6-3
Not analysed yet
ὕδωρ δὲ ὅλως οὐκ ἔστιν ἐν τῷ τόπῳ· καταλείπονται δέ τινες διώρυχες δι᾿ ὦν διαπλέουσιν· αὗται δ᾿ εἰσὶ θαλάττης· ᾧ καὶ δῆλον οἴονταί τινες ὅτι τρέφονται ταύτῃ καὶ οὐ τῷ ὕδατι, πλὴν εἴ τι ταῖς ῥίζαις ἐκ τῆς γῆς ἕλκουσιν. εὔλογον δὲ καὶ τοῦθ᾿ ἁλμυρὸν εἶναι· καὶ γὰρ οὐδὲ κατὰ βάθους αἱ ῥίζαι. τὸ δὲ ὅλον ἓν τὸ γένος εἶναι τῶν τ᾿ ἐν τῇ θαλάττῃ φυομένων καὶ τῶν ἐν τῇ γῇ ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομένων· καὶ τὰ μὲν ἐν τῇ θαλάττῃ μικρὰ καὶ φυκώδη φαινόμενα, τὰ δ᾿ ἐν τῇ γῇ μεγάλα καὶ χλωρὰ καὶ ἄνθος εὔοδμον ἔχοντα, καρπὸν δὲ οἷον θέρμος.