Ancient Greek · ~2 min
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.6-6
Not analysed yet
Πρὸς αὔξησιν δὲ καὶ τροφὴν μέγιστα μὲν ἡ τοῦ ἀέρος κρᾶσις συμβάλλεται, καὶ ὅλως ἡ τοῦ ἔτους κατάστασις· εὐκαίρων γὰρ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων γινομένων ἅπαντα εὔφορα καὶ πολύκαρπα, κἂν ἐν ἁλμώδεσι καὶ λεπτογείοις ᾖ· δι᾿ ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐ κακῶς ὅτι “ἔτος φέρει οὐχὶ ἄρουρα.” Μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν οὐ μόνον τῷ πίειραι καὶ λεπταὶ καὶ ἔπομβροι καὶ αὐχμώδεις ἀλλὰ καὶ τῷ ἀέρι τῷ περιέχοντι καὶ τοῖς πνεύμασιν· ἔνιαι γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελεσφοροῦσι διὰ τὸ πρὸς τὰ πνεύματα τὰ πόντια κεῖσθαι καλῶς.