Ancient Greek · ~2 min
B, Chapter 7
Theophrastus, Enquiry into Plants 7.7
Not analysed yet
Ταὐτὸν δὲ τοῦτο καὶ ἐπὶ τῆς ἀπίου καὶ ἐπ᾿ ἄλλων τινὲς ποιοῦσιν. ἐν Ἀρκαδίᾳ δὲ καὶ εὐθύνειν καλοῦσι τὴν ὄαν· πολὺ γὰρ τὸ δένδρον τοῦτο παρ᾿ αὐτοῖς ἐστι. καί φασιν, ὅταν πάθῃ τοῦτο, τὰς μὲν μὴ φερούσας φέρειν τὰς δὲ μὴ πεττούσας ἐκπέττειν καλῶς. ἀμυγδαλῆν δὲ καὶ ἐκ πικρᾶς γίγνεσθαι γλυκεῖαν, ἐάν τις περιορύξας τὸ στέλεκχος καὶ τιτράνας ὅσον τε παλαιστιαῖον τὸ πανταχόθεν ἀπορρέον δάκρυον ἐπὶ ταὐτὸ ἐᾷ καταρρεῖν. τοῦτο μὲν οὖν ἂν εἴη πρός τε τὸ φέρειν ἄμα καὶ πρὸς τὸ εὐκαρπεῖν.