Ancient Greek · ~3 min
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.7-2
Not analysed yet
Ἐν Τύλῳ δὲ τῇ νήσῳ, κεῖται δ᾿ αὕτη ἐν τῷ Ἀραβίῳ κόλπῳ, τὰ μὲν πρὸς ἕω τοσοῦτο πλῆθος εἶναί φασι δένδρων ὅτ᾿ ἐκβαίνει ἡ πλημμυρὶς ὥσι᾿ ἀπωχυρῶσθαι. πάντα δὲ ταῦτα μεγέθη μὲν ἔχειν ἡλίκα συκῆ, τὸ δὲ ἄνθος ὑπερβάλλον τῇ εὐωδίᾳ, καρπὸν δὲ ἄβρωτον ὅμοιον τῇ ὄψει τῷ θέρμῳ. φέρειν δὲ τὴν νῆσον καὶ τὰ δένδρα τὰ ἐριοφόρα πολλά. ταῦτα δὲ φύλλον μὲν ἔχειν παρόμοιον τῇ ἀμπέλῳ πλὴν μικρόν, καρπὸν δὲ οὐδένα φέρειν· ἐν ᾧ δὲ τὸ ἔριον ἡλίκον μῆλον ἐαρινὸν συμμεμυκός· ὅταν δὲ ὡραῖον ᾖ, ἐκπετάννυσθαι καὶ ἐξείρειν τὸ ἔριον, ἐξ οὗ τὰς σινδόνας ὑφαίνουσι, τὰς μὲν εὐτελεῖς τὰς δὲ πολυτελεστάτας.