Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1-6
Not analysed yet
VIII. Τῶν δ᾿ ἀνθῶν τὸ μὲν πρῶτον ἐκφαίνεται τὸ λευκόϊον, ὅπου μὲν ὁ ἀὴρ μαλακώτερος εὐθὺς τοῦ χειμῶνος, ὅπου δὲ σκληρότερος ὕστερον, ἐνιαχοῦ τοῦ ἦρος. ἅμα δὲ τῷ ἴῳ ἢ μικρόν τι ὕστερον καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον· ταῦτα γὰρ ὧν οἱ στεφανήπλοκοι χρῶνται πολὺ ἐκτρέχει τῶν ἄλλων. μετὰ δὲ ταῦτα ὁ νάρκισσος καὶ τὸ λείριον, καὶ τῶν ἀγρίων ἀωεμώνης γένος τὸ καλούμενον ὄρειον, καὶ τὸ τοῦ βολβοῦ κώδυον· ἐμπλέκουσι γὰρ ἔνιοι καὶ τοῦτο εἰς τοὺς στεφάνους. ἐπὶ δὲ τούτοις ἡ οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἐλειόχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ τὸ ξίφιον καὶ ὑάκινθος καὶ σχεδὸν ὅσοις ἄλλοις χρῶνται τῶν ὀρείων.