Ancient Greek · ~2 min
Θ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.7-4
Not analysed yet
ἄλλα δὲ ἄλλαις τοιαῦτα, καθάπερ πολλάκις εἴρηται· ταῖς μὲν γὰρ τὰ ζεφυρικὰ ταῖς δὲ τὰ βόρεια ταῖς δὲ τὰ νότια. Συμβάλλεται δὲ καὶ οὐ μικρὰ ἡ ἐργασία καὶ μάλισθ᾿ ἡ τοῦ σπόρου· κατεργασθεῖσα γὰρ ῥᾳδίως ἐκφέρει. καὶ ἡ κόπρος δὲ μεγάλα βοηθεῖ τῷ διαθερμαίνειν καὶ συμπέττειν· προτρέχει γὰρ τὰ κοπριζόμενα τῶν ἀκόπρων καὶ εἴκοσιν ἡμέραις· ἅπασι δὲ οὐ ξυμφέρει· καὶ χρήσιμος οὐ μόνον τοῖς περὶ τὸν σῖτον ἀλλὰ καὶ τοῖς ἄλλοις πλὴν πτερίδος, ταύτην δὲ φθείρειν φασὶν ἐπιβαλλομένην. ἀπόλλυται δὲ ἡ πτερὶς καὶ ἐπικοιμωμένων τῶν προβάτων, ὡς δέ τινες λέγουσι καὶ ἡ Μηδικὴ διὰ τὴν κόπρον καὶ τὸ οὖρον.