Ancient Greek
B, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1-2
Not analysed yet
VIII. Ἀποβάλλει δὲ πρὸ τοῦ πέψαι τὸν καρπὸν ἀμυγδαλῆ μηλέα ῥόα ἄπιος καὶ μάλιστα δὴ πάντων συκῆ καὶ φοῖνιξ, πρὸς ἃ καὶ τὰς βοηθείας ζητοῦσι· ὅθεν καὶ ὁ ἐρινασμός· ἐκ γὰρ τῶν ἐκεῖ κρεμαννυμένων ἐρινῶν ψῆνες ἐκδυόμενοι κατεσθίουσι καὶ πιαίνουσι τὰς κορυφάς. διαφέρουσι δὲ καὶ αἱ χῶραι πρὸς τὰς ἀποβολάς· περὶ γὰρ Ἰταλίαν οὔ φασιν ἀποβάλλειν, δι᾿ οὐδ᾿ ἐρινάζουσιν· οὐδ᾿ ἐν τοῖς καταβορείοις καὶ λεπτογείοις, οἷον ἐπὶ Φαλύκῳ τῆς Μεγαρίδος· οὐδὲ τῆς Κορινθίας ἔν τισι τόποις. ὡσαύτως δὲ καὶ ἡ τῶν πνευμάτων κατάστασις· βορείοις γὰρ μᾶλλον ἡ νοτίοις ἀποβάλλουσι, κἂν ψυχρότερα καὶ πλείω γένηται μᾶλλον· ἔτι δ᾿ αὐτῶν τῶν δένδρων ἡ φύσις᾿ τὰ πρώϊα γὰρ ἀποβάλλει, τὰ δ᾿ ὄψια οὐκ ἐκβάλλει, καθάπερ ἡ Λακωνικὴ καὶ αἱ ἄλλαι. δι᾿ ὃ καὶ οὐκ ἐρινάζουσι ταύτας. ταῦτα μὲν οὖν ἔν τε τοῖς τόποις καὶ τοῖς γένεσι καὶ τῇ καταστάσει τοῦ ἀέρος ἔχει τὰς διαφοράς.