Ancient Greek · ~4 min
Δ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.8
Not analysed yet
Γίνεται δὲ τοῦτο καὶ ἐν Ἰνδοῖς, ὥσπερ ἐλέχθη. καὶ ἐν Ἀραβίᾳ. εἶναι δὲ ἄλλα δένδρα τὸ ἄνθος ἔχοντα ὅμοιον τῷ λευκοΐῳ, πλὴν ἄοδμον καὶ τῷ μεγέθει τετραπλάσιον τῶν ἴων. καὶ ἕτερον δέ τι δένδρον πολύφυλλον ὥσπερ τὸ ῥόδον· τοῦτο δὲ τὴν μὲν νύκτα συμμύειν ἅμα δὲ τῷ ἡλίῳ ἀνιόντι διοίγνυσθαι, μεσημβρίας δὲ τελέως διεπτύχθαι, πάλιν δὲ τῆς δείλης συνάγεσθαι κατὰ μικρὸν καὶ τὴν νύκτα συμμύειν· λέγειν δὲ καὶ τοὺς ἐγχωρίους ὅτι καθεύδει. γίνεσθαι δὲ καὶ φοίνικας ἐν τῇ νήσῳ καὶ ἀμπέλους καὶ τἆλλα ἀκρόδρυα καὶ συκᾶς οὐ φυλλορροούσας. ὕδωρ δὲ οὐράνιον γίνεσθαι μέν, οὐ μὴν χρῆσθαί γε πρὸς τοὺς καρπούς· ἀλλ’ εἶναι κρήνας ἐν τῇ νήσῳ πολλάς, ἀφ’ ὧν πάντα βρέχειν, ὃ καὶ συμφέρειν μᾶλλον τῷ σίτῳ καὶ τοῖς δένδρεσιν. δι’ ὃ καὶ ὅταν ὕσῃ τοῦτο ἐπαφιέναι καθαπερεὶ καταπλύνοντας ἐκεῖνο. καὶ τὰ μὲν ἐν τῇ ἔξω θαλάττῃ δένδρα τά γε νῦν τεθεωρημένα σχεδὸν τοσαῦτά ἐστιν.