Ancient Greek · ~3 min
Θ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1-8
Not analysed yet
VIII. Τῶν δὲ σπερμάτων ἕκαστα καὶ πρὸς τὴν τῆς χώρας φύσιν ἁρμόττει, καὶ ὅλως γένη πρὸς γένος καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν, ἃ δὴ πειρῶνται διαιρεῖν. μεταβάλλει δὲ τὰ ξενικὰ τῶν σπερμάτων μάλιστα μὲν ἐν τρισὶν ἔτεσιν εἰς τὰ ἐπιχώρια. συμφέρει δὲ ἐκ τῶν ἀλεεινῶν εἰς τὰ μικρὸν ἦττον ἀλεεινὰ καὶ ἐκ τῶν ψυχεινῶν ἀνὰ λόγον ποιεῖσθαι τὴν μεταβολήν. τὰ δ᾿ ἐκ τῶν δυσχειμερινῶν ἐν τοῖς πρωίοις ὀψὲ ἀποχεῖται, ὥστ᾿ ἀπ᾿ αὐχμοῦ φθείρεται, ἐὰν μὴ ὄψιον ὕδωρ σώσῃ. διὰ τοῦτο καὶ εὐλαβητέον φασὶ τὸ μίσγειν τὰ ξενικὰ τοῖς ἐπιχωρίοις ἐὰν μὴ ἐξ ὁμοίας, ὅτι ἀσύμφωνα τῇ χώρᾳ κατὰ τὸν σπόρον καὶ κατὰ τὴν γένεσιν, ὥστε καὶ ἐργασίας ἑτέρας δεῖται· τάς τε τῆς γῆς διαφορὰς καὶ τὰς τῶν σπερμάτων δυνάμεις καὶ ἔτι τὰς ἑκάστων ὥρας.