Ancient Greek · ~3 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.1-4
Not analysed yet
VIII. ‘Υπὲρ δὲ τῶν ἐν τοῖς ποταμοῖς καὶ τοῖς ἕλεσι καὶ ταῖς λίμναις μετὰ ταῦτα λεκτέον. τρία δέ ἐστιν εἴδη τῶν ἐν τούτοις, τὰ μὲν δένδρα τὰ δ’ ὥσπερ ποιώδη τὰ δὲ λοχμώδη. λέγω δὲ ποιώδη μὲν οἷον τὸ σέλινον τὸ ἕλειον καὶ ὅσα ἄλλα τοιαῦτα· λοχμώδη δὲ κάλαμον κύπειρον φλεὼ σχοῖνον βούτομον, ἅπερ σχεδὸν κοινὰ πάντων τῶν ποταμῶν καὶ τῶν τοιούτων τόπων. Ἐνιαχοῦ δὲ καὶ βάτοι καὶ παλίουροι καὶ τὰ ἄλλα δένδρα, καθάπερ ἰτέα λεύκη πλάτανος. τὰ μὲν οὖν μέχρι τοῦ κατακρύπτεσθαι, τὰ δὲ ὥστε μικρὸν ὑπερέχειν, τῶν δὲ αἱ μὲν ῥίζαι καὶ μικρὸν τοῦ στελέχους ἐν τῷ ὑγρῷ, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔξω. τοῦτο γὰρ καὶ ἰτέᾳ καὶ κλήθρᾳ καὶ πλατάνῳ καὶ φιλύρᾳ καὶ πᾶσι τοῖς φιλύδροις συμβαίνει.