Ancient Greek · ~2 min
B, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-2
Not analysed yet
Οἱ δὲ ψῆνες ἐκδύονται μὲν ἐκ τοῦ ἐρινεοῦ, καθάπερ εἴρηται· γίνονται δ᾿ ἐκ τῶν κεγχραμίδων. σημεῖον δὲ λέγουσιν, ὅτι ἐπειδὰν ἐκδύωσιν οὐκ ἔνεισι κεγχραμίδες. ἐκδύονται δὲ οἱ πολλοὶ ἐγκαταλιπόντες ἡ πόδα ἡ πτερόν. γένος δέ τι καὶ ἕτερὸν ἐστι τῶν ψηνῶν, ὃ καλοῦσι κεντρίνας· οὗτοι δ᾿ ἀργοὶ καθάπερ κηφῆνες· καὶ τοὺς εἰσδυομένους τῶν ἑτέρων κτείνουσιν αὐτοὶ δὲ ἐναποθνήσκουσιν. ἐπαινοῦσι δὲ μάλιστα τῶν ἐρινῶν τὰ μέλανα τὰ ἐκ τῶν πετρωδῶν χωρίων· πολλὰς γὰρ ἔχει ταῦτα κεγχραμίδας.