Ancient Greek · ~2 min
Η, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-7
Not analysed yet
Ἔτι δὲ καὶ τῶν ποιωδῶν τὰ μὲν πολύκαυλα τὰ δὲ μονόκαυλα· καὶ τῶν μονοκαύλων τὰ μὲν ἀπαράβλαστα κατὰ τὸν καυλὸν τὰ δὲ παραβλαστικά, καθάπερ καὶ ἐν τοῖς ἡμέροις ἥ τε ῥαφανὶς καὶ ἄλλ᾿ ἄττα. πολύκαυλα δὲ ὡς ἀπλῶς εἰπεῖν τὰ ἐπιγειόκαυλα, μονόκαυλα δὲ καὶ ὀλιγόκαυλα τὰ ὀρθόκαυλα. τούτων δὲ ἀπαράβλαστα τὰ λειόκαυλα κρόμυον πράσον σκόροδον, ὥσπερ καὶ ἐν τοῖς ἡμέροις καὶ τὰ μὲν εὐθύκαυλα τὰ δὲ σκολιόκαυλα καὶ τούτων ὑπάρχει.