Ancient Greek · ~2 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.10
Not analysed yet
τῆς δὲ κωδύας τὸ μέγεθος ἡλίκον μήκωνος τῆς μεγίστης, καὶ διέζωσται ταῖς κατατομαῖς τὸν αὐτόν τρόπον τῇ μήκωνι· πλὴν πυκνοτερος ἐν ταύταις ὁ καρπός. ἔστι δὲ παρόμοιος τῷ κέγχρῳ. ἐν δὲ τῷ Εὐφράτῃ τὴν κωδύαν φασὶ καὶ τὰ ἄνθη δύνειν καὶ ὑποκαταβαίνειν τῆς ὀψίας μέχρι μεσῶν νυκτῶν καὶ τῷ βάθει πόρρω· οὐδὲ γὰρ καθιέντα τὴν χεῖρα λαβεῖν εἶναι. μετὰ δὲ ταῦτα ὅταν ὄρθρος ᾖ πάλιν ἐπανιέναι καὶ πρὸς ἡμέραν ἔτι μᾶλλον, ἅμα τῷ ἡλίῳ φανερὸν ὑπὲρ τοῦ ὕδατος καὶ ἀνοίγειν τῇ ἄνθος, ἀνοιχθέντος δὲ ἔτι ἀναβαίνειν· συχνόν δὲ τὸ ὑπεραῖρον εἶναι τό ὕδωρ.