Ancient Greek
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.11
Not analysed yet
τὰς δὲ κωδύας ταύτας οἱ Αἰγύπτιοι συνθέντες εἰς τὸ αὐτὸ σήπουσιν· ἐπὰν δὲ σαπῇ τὸ κέλυφος, ἐν τῷ ποταμῷ κλύζοντες ἐξαιροῦσι τὸν καρπόν, ξηράναντες δὲ καὶ πτίσαντες ἄρτους ποιοῦσι καὶ τούτῳ χρῶνται σιτίῳ. ἡ δὲ ῥίζα τοῦ λωτοῦ καλεῖται μὲν κόρσιον, ἐστὶ δὲ στρογγύλη, τὸ μέγεθος ἡλίκον μῆλον Κυδώνιον· φλοιός δὲ περίκειται περὶ αὐτὴν μέλας ἐμφερὴς τῷ κασταναικῷ καρύῳ· τὸ δὲ ἐντὸς λευκόν, ἑψόμενον δὲ καὶ ὀπτώμενον γίνεται λεκιθῶδες, ἡδὺ δὲ ἐν τῇ προσφορᾷ· ἐσθίεται δὲ καὶ ὠμή, ἀρίστη δὲ ἐν ὕδατι ἑφθὴ καὶ ὀπτή. καὶ τὰ μὲν ἐν τοῖς ὕδασιν σχεδόν ταῦτά ἐστιν.