Ancient Greek · ~3 min
8.12 to 8.13
Theophrastus, Enquiry into Plants 8.12-13
Not analysed yet
Ἐν δὲ τοῖς ἀμμώδεσι χωρίοις, ἅ ἐστιν οὐ πόρρω τοῦ ποταμοῦ, φύεται κατὰ γῆς ὃ καλεῖται μαλιναθάλλη, στρογγύλον τῷ σχήματι μέγεθος δὲ ἡλίκον μέσπιλον ἀπύρηνον δὲ ἄφλοιον· φύλλα δὲ ἀφίησιν ἀπ’ αὐτοῦ ὅμοια κυπείρῳ· ταῦτα συνάγοντες οἱ κατὰ τὴν χώραν ἕψουσιν ἐν βρυτῷ τῷ ἀπὸ τῶν κριθῶν καὶ γίνεται γλυκέα σφόδρα· χρῶνται δὲ πάντες ὥσπερ τραγήμασι. Τοῖς δὲ βουσὶ καὶ τοῖς προβάτοις ἅπαντα μὲν τὰ φυόμενα ἐδώδιμά ἐστιν, ἓν δέ τι γένος ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι φύεται διαφέρον, ὃ καὶ χλωρόν νέμονται καὶ ξηραίνοντες παρέχουσι κατὰ χειμῶνα τοῖς βουσὶν ὅταν ἐργάσωνται· καὶ τὰ σώματα ἔχουσιν εὖ σίτου ἄλλο λαμβάνοντες οὐθέν.