Ancient Greek · ~2 min
Δ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.14
Not analysed yet
Ἔστι δὲ καὶ ἄλλο παραφυόμενον αὐτόματον ἐν τῷ σίτῳ· τοῦτο δέ, ὅταν ὁ σῖτος ᾖ καθαρός. ὑποπτίσαντες καταβάλλουσι τοῦ χειμῶνος ὑγρὰν εἰς γῆν· βλαστήσαντος δὲ τεμόντες καὶ ξηράναντες παρέχουσι καὶ τοῦτο βουσὶ καὶ ἵπποις καὶ τοῖς ὑποζυγίοις σὺν τῷ καρπῷ τῷ ἐπιγινομένῳ· ὁ δὲ καρπὸς μέγεθος μὲν ἡλίκον σήσαμον, στρογγύλος δὲ καὶ τῷ χρώματι χλωρός. ἀγαθὸς δὲ διαφερόντως. ἐν Αἰγύπτῳ μὲν οὖν τὰ περιττὰ σχεδὸν ταῦτα ἄν τις λάβοι.