Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.3
Not analysed yet
Εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι, τῶν δὲ τεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ πλήθει καθάπερ εἴρηται· δι᾿ ὃ καὶ ταξιόζωτα ταῦτα καλοῦσιν. τῶν μὲν γὰρ οἷον δι᾿ ἴσου τῶν δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει. καὶ τοῦτο κατὰ λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτίνοις καὶ ἐν τοῖς καλάμοις· τὸ γὰρ γόνυ καθάπερ ὄζος. καὶ οἱ μὲν κατ᾿ ἀλλήλους, ὥσπερ οἱ τῶν κοτίνων, οἱ δ᾿ ὡς ἔτυχεν. ἔστι δὲ τὰ μὲν δίοζα, τὰ δὲ τρίοζα, τὰ δὲ πλείους ἔχοντα· ἔνια δὲ πεντάοζά ἐστι. καὶ τῆς μὲν ἐλάτης ὀρθοὶ καὶ οἱ ὄζοι καὶ οἱ κλάδοι ὥσπερ ἐμπεπηγότες, τῶν δὲ ἄλλων οὔ.