Ancient Greek · ~2 min
B, Chapter 8
Theophrastus, Enquiry into Plants 8.3-2
Not analysed yet
γιγνώσκεται δὲ τὸ ἐρινασμένον τῷ ἐρυθρὸν εἶναι καὶ ποικίλον καὶ ἰσχυρόν· τὸ δ᾿ ἀνερίναστον λευκὸν καὶ ἀσθενές· προστιθέασι δὲ τοῖς δεομένοις ὅταν ὕσῃ. ὅπου δὲ πλεῖστος κονιορτός, ἐνταῦθα πλεῖστα καὶ ἰσχυρότατα τὰ ἐρινὰ γίνεται. φασὶ δὲ ἐρινάζειν καὶ τὸ πόλιον, ὁπόταν αὐτῷ καρπὸς ᾖ πολύς, καὶ τοὺς τῆς πτελέας κωρύκους· ἐγγίνεται γὰρ καὶ ἐν τούτοις θηρίδι᾿ ἄττα. κνῖπες ὅταν ἐν ταῖς συκαῖς γίνωνται κατεσθίουσι τοὺς ψῆνας. ἄκος δὲ τούτου φασὶν εἶναι τοὺς καρκίνους προσπερονᾷν· πρὸς γὰρ τούτους τρέπεσθαι τοὺς κνίπας. ἀλλὰ γὰρ δὴ ταῖς μὲν συκαῖς αὗται βοήθειαι.