Ancient Greek · ~2 min
Η, Chapter 8
Theophrastus, Enquiry into Plants 8.3-7
Not analysed yet
Διαφορὰ δέ τις καὶ τοιάδε τῶν ποιωδῶν ἐστι· τὰ μὲν γὰρ ἐπιγειόφυλλα τὰ δ᾿ ἐπικαυλόφυλλα τυγχάνει τὰ δ᾿ ἀμφοτέρως. ἐπιγειόφυλλα μὲν κορωνόπους ἄνθεμον ἀφύλλανθες ἄγχουσα πόα ἀνεμώνη ἀπαργία ἀρνόγλωσσον ἀπάπη· ἐπικαυλόφυλλα δὲ κρηπὶς ἄνθεμον τὸ φυλλῶδες λωτὸς λευκόϊον· ἀμφοτέρως δὲ τὸ κιχόριον· καὶ γὰρ ἐπὶ τῶν καυλῶν ἅμα ταῖς ἐκφύσεσι ταῖς ἀκρεμονικαῖς ἐκφ ύει τι καὶ ἄνθος· καὶ τῶν φυλλακάνθων ἔνια, πλὴν ἀκανθώδεσι κομιδῆ, καθάπερ ὁ σόγκος.