Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.4
Not analysed yet
δι᾿ ὃ καὶ ἰσχυρὸν ἡ ἐλάτη. ἰδιώτατοι δὲ οἱ τῆς μηλέας· ὅμοιοι γὰρ θηρίων προσώποις, εἷς μὲν ὁ μέγιστος ἄλλοι δὲ περὶ αὐτὸν μικροὶ πλείους. εἰσὶ δὲ τῶν ὄζων οἱ μὲν τυφλοί, οἱ δὲ γόιιμοι. λέγω δὲ τυφλοὺς ἀφ᾿ ὧν μηδεὶς βλαστός. οὗτοι δὲ καὶ φύσει καὶ πηρώσει γίνονται, ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ καὶ ἀποκοπῇ καὶ οἷον ἐπικαυθεὶς πηρωθῇ· γίνονται δὲ μᾶλλον ἐν τοῖς παχέσι τῶν ἀκρεμόνων, ἐνίων δὲ καὶ ἐν τοῖς στελέχεσιν. ὅλως δὲ καὶ τοῦ στελέχους καὶ τοῦ κλάδου καθ᾿ ὃ ἂν ἐπικόψῃ ἢ ἐπιτέμῃ τις, ὄζος γίνεται καθαπερανεὶ διαιρῶν τὸ ἓν καὶ ποιῶν ἑτέραν ἀρχήν, εἴτε διὰ τὴν πήρωσιν εἴτε δι᾿ ἄλλην αἰτίαν· οὐ γὰρ δὴ κατὰ φύσιν τὸ ὑπὸ τῆς πληγῆς.