Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.5
Not analysed yet
Αἰεὶ δὲ ἐν ἅποσιν οἱ κλάδοι φαίνονται πολυοζότεροι διὰ τὸ μήπω τἀνὰ μέσον προσηυξῆσθαι, καθάπερ καὶ τῆς συκῆς οἱ νεόβλαστοι τραχύ· τατοι καὶ τῆς ἀμπέλου τὰ ἄκρα τῶν κλημάτων. ὡς γὰρ ὄζος ἐν τοῖς ἄλλοις οὕτω καὶ ὀφθαλμὸς ἐν ἀμπελῳ και ἐν καλάμῳ γονυ ἐνίοις δὲ καὶ οἷον κράδαι γινονται, καθάπερ πτελέα καὶ δρυΐ καὶ μάλιστα ἐν πλατάνῳ· ἐὰν δὲ ἐν τραχέσι καὶ ἀνύδροις καὶ πνευματώδεσι καὶ παντελῶς. πάντως δὲ πρὸς τῇ γῇ καὶ οἷον τῇ κεφαλῇ τοῦ στελέχους ἀπογηρασκόντων τὸ πάθος τοῦτο γίνεται.